Σάββατο, 31 Οκτωβρίου 2020

Κύριε στερέωσον την γην

 

Ὁ Θεός ὁ μέγας, καί φοβερός, καί θαυμαστός,
ὁ μόνος ἀληθινός,
ὁ ποιῶν πάντα καί μετασκευάζων,
ὁ ἐπιβλέπων ἐπί τήν γῆν καί ποιῶν αὐτήν τρέμειν,
ὁ ἁπτόμενος τῶν ὀρέων καί καπνίζονται,
ὁ σείων τήν ὑπ’ οὐρανόν ἐκ θεμελίων,
οἱ δέ στύλοι αὐτῆς οὐ σαλεύονται, 
ὁ τά θεμέλια τῆς γῆς σαλεύων,
ἤδρασται δέ τῷ σῶ νεύματι,
ὅν πάντα φρίσσει καί τρέμει
ἀπό προσώπου τῆς δυνάμεώς Σου,
ὅτι ἀνυπόστατος ἡ ὀργή
τῆς ἐπί ἠμᾶς τούς ἁμαρτωλούς ἀπειλῆς Σου,
ἀμέτρητόν τε καί ἀνεξιχνίαστον
τό ἔλεος τῆς ἐπαγγελίας Σου,
αὐτός μνήσθητι τῶν οἰκτιρμῶν Σου, Κύριε,
καί τά ἐλέη Σου παράσχου ἡμῖν,
ὅτι ἀπό τοῦ αἰῶνος εἰσί,
στήριξον τήν κτίσιν, στερέωσον τήν γῆν,
παῦσον τόν κλόνον αὐτῆς,
ἕδρασον τήν δονηθεῖσαν οἰκουμένην,
καί μή συναπολέσης ἡμᾶς ταῖς ἀνομίαις ἠμῶν,
μηδέ καταδικάσης ἡμᾶς ταῖς ἁμαρτίαις ἡμῶν,
ἐν τοῖς κατωτάτοις τῆς γῆς.
Ὅτι σύ εἰ ὁ Θεός ἡμῶν, Θεός τοῦ ἐλεεῖν καί σώζειν,
καί σύ τήν δόξαν ἀναπέμπομεν,
τῷ Πατρί καί τῷ Υἱ
καί τῷ Ἁγίω Πνεύματι,
νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν».

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου